Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.148 Joseph. AJ 8.153 (English) >>Joseph. AJ 8.156

8.151ᾠκοδόμησε δὲ καὶ πόλεις ταῖς βαρυτάταις ἐναρίθμους Ἄσωρόν τε καὶ Μαγέδω, τὴν τρίτην δὲ Γάζαρα, ἣν τῆς Παλαιστίνων χώρας ὑπάρχουσαν Φαραώνης τῶν Αἰγυπτίων βασιλεὺς στρατευσάμενος καὶ πολιορκήσας αἱρεῖ κατὰ κράτος· ἀποκτείνας δὲ πάντας τοὺς ἐνοικοῦντας αὐτὴν κατέσκαψεν, εἶτα δωρεὰν ἔδωκεν τῇ θυγατρὶ Σολόμωνι γεγαμημένῃ. 8.152διὸ καὶ ἀνήγειρεν αὐτὴν βασιλεὺς οὖσαν ὀχυρὰν φύσει καὶ πρὸς πολέμους καὶ τὰς τῶν καιρῶν μεταβολὰς χρησίμην εἶναι δυναμένην. οὐ πόρρω δʼ αὐτῆς ἄλλας ᾠκοδόμησε δύο πόλεις· Βητχώρα τῇ ἑτέρᾳ ὄνομα ἦν, δʼ ἑτέρα Βελὲθ ἐκαλεῖτο. 8.153προσκατεσκεύασε δὲ ταύταις καὶ ἄλλας εἰς ἀπόλαυσιν καὶ τρυφὴν ἐπιτηδείως ἐχούσας τῇ τε τῶν ἀέρων εὐκρασίᾳ καὶ τοῖς ὡραίοις εὐφυεῖς καὶ νάμασιν ὑδάτων ἐνδρόσους. ἐμβαλὼν δὲ καὶ εἰς τὴν ἔρημον τῆς ἐπάνω Συρίας καὶ κατασχὼν αὐτὴν ἔκτισεν ἐκεῖ πόλιν μεγίστην δύο μὲν ἡμερῶν ὁδὸν ἀπὸ τῆς ἄνω Συρίας διεστῶσαν, ἀπὸ δʼ Εὐφράτου μιᾶς, ἀπὸ δὲ τῆς μεγάλης Βαβυλῶνος ἓξ ἡμερῶν ἦν τὸ μῆκος. 8.154αἴτιον δὲ τοῦ τὴν πόλιν οὕτως ἀπὸ τῶν οἰκουμένων μερῶν τῆς Συρίας ἀπῳκίσθαι τὸ κατωτέρω μὲν μηδαμοῦ τῆς γῆς ὕδωρ εἶναι, πηγὰς δʼ ἐν ἐκείνῳ τῷ τόπῳ μόνον εὑρεθῆναι καὶ φρέατα. ταύτην οὖν τὴν πόλιν οἰκοδομήσας καὶ τείχεσιν ὀχυρωτάτοις περιβαλὼν Θαδάμοραν ὠνόμασε καὶ τοῦτʼ ἔτι νῦν καλεῖται παρὰ τοῖς Σύροις, οἱ δʼ Ἕλληνες αὐτὴν προσαγορεύουσι Πάλμυραν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 8.148 Joseph. AJ 8.153 (English) >>Joseph. AJ 8.156

Powered by PhiloLogic